22 狐狸和伐木人

22. ἀλώπηξ καὶ δρυτόμος

ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον,τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ᾽ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων,εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν,ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι,τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν,ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων,οἷς δὲ ἔλεγε πιστευσάντων,ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου,εἴ γε διασωθεῖσα ὑπ᾽ αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν,ἔφη·“ἀλλ᾽ ἔγωγε ηὐχαρίστησα ἄν σοι,εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.”

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους,δι᾽ ἔργων δὲ φαῦλα δρῶντας.

22 狐狸和伐木人

狐狸躲避猎人,看见一个伐木人,便请求伐木人把他藏起来。伐木人叫狐狸到他的棚屋里躲藏。过了不久,猎人们赶来了,询问伐木人,有没有看见狐狸从那里过去。伐木人嘴里说没有看见,同时却打手势,表示狐狸藏在哪里。猎人们没有在意伐木人向他们打手势,却相信了对他们说的话。狐狸见猎人们去远了,便走了出来,连招呼都不打,就要离开。伐木人责备狐狸,说他救了狐狸的命,狐狸却连声谢都不道。狐狸说道:“若是你的手势也像你说的话那样,我就感谢你了。”

这则故事适用于那些嘴里说要做好事,实际上做恶事的人。

读书导航