21. ἁλιεῖς
ἁλιεῖς ἐπ᾽ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπα θήσαντες οὐδὲν συνέλαβον,καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.
οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε,ταῦτα τύχη διεβράβευσεν.
21 渔夫
渔夫们去打鱼,忙碌了很长时间,一无所获,便闲坐在船上,心中懊丧。这时一条金枪鱼被追赶,刷刷地游过来,无意中跃进了他们的船里。渔夫们把它捉住,带到城里卖了。
同样,命运常常会赏赐靠技能得不到的东西。