23 公鸡和松鸡

23. ἀλεκτρυόνες καὶ πέρδιξ

ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ,τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι,ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι,ἔφη πρὸς ἑαυτόν·“ἀλλ᾽ ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.”

ὁ λόγος δηλοῖ,ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται,ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

23 公鸡和松鸡

有个人在家里养着公鸡,碰巧看见有只养驯了的松鸡出售,便买了带回来,一起饲养。那些公鸡对松鸡又啄又赶,松鸡很苦恼,心想公鸡藐视他,准是因为自己是异族。过了不久,他看到那些公鸡互相也厮斗,要一直斗得鲜血直流才停止,于是自语道:“我也不再为他们啄我而不快了,因为我看见他们自己也不断打斗。”

这则故事说明,有头脑的人看见邻居对自家人也不断打斗,对自己遭邻人粗暴对待也就容易忍受了。

读书导航