17 失掉尾巴的狐狸

17. ἀλώπηξ κόλουρος

ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα ἐπειδὴ δι᾽ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν,ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν,ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν,λέγουσα,ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο,ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη·“ὦ αὕτη,ἀλλ᾽ εἰ μή σοι τοῦτοσυνέφερεν,οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας.”

οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους,οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι᾽ εὔνοιαν ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

17 失掉尾巴的狐狸

有只狐狸被捕兽器夹掉了尾巴。他带着这种耻辱生活,感到很难受,认为需要让其他狐狸也变成那个样子,好以共同的不幸来掩盖他自己的不快。于是,他把所有的狐狸都召集起来,劝他们都割掉自己的尾巴,说拖着那尾巴不仅不雅观,而且还是一种累赘。这时有一只狐狸插嘴说:“朋友,如果这样做不是对你有利,你是不会这样劝我们的。”

这则故事适用于那样的人,他们给与他们亲近的人提劝告不是出于善意,而是为了私利。

读书导航