16 猫和公鸡

16. αἴλουρος καὶ ἀλεκτρυών

αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ᾽ εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν αὐτοὺς ἐῶντα. τοῦ δὲ εἰπόντος ὡς ἐπ᾽ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ,ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει,ἐκ δευτέρου ἔλεγεν·“ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων.”τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος,πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει,διαπορηθεὶς ἐκεῖνος ἔφη·“ἐὰν οὖν σὺ ἀφορμῶν ἀεὶ εὐπορῇς,ἐγώ σε οὐ κατέδομαι;”

ὁ λόγος δηλοῖ,ὅτι καὶ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη,κἂν μὴ μετ᾽ εὐλόγου προσχήματος δυνηθῇ,ἀπαρακαλύπτως πονηρεύεται.

16 猫和公鸡

猫捉到公鸡,想以冠冕堂皇的口实把公鸡吃掉。于是,他首先指责公鸡夜里打鸣,烦扰人们,使人们无法安睡。公鸡说,他这样做对人有好处,因为可以唤醒人们起来从事日常劳动。猫又说:“你还是个亵渎者,违背自然地凌辱姐妹和母亲。”公鸡说,他这样做对主人也有好处,可以使她们多下蛋。猫无言以对,便说道:“尽管你总可以为自己的行为说出理由,难道我就不吃掉你?”

这则故事表明,有的人生性恶劣,好做坏事,如果找不到冠冕堂皇的口实,就会不加掩饰地作恶。

读书导航