11 渔夫

11. ἁλιεύς

ἁλιεὺς αὐλητικῆς ἔμπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας τὸ μὲν πρῶτον ᾖδε,νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο,ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα ὡς ἐθεάσατο σπαίροντας,ἔφη·“ὦ κάκιστα ζῷα,ὑμεῖς,ὅτε μὲν ηὔλουν,οὐκ ὠρχεῖσθε,νῦν δέ,ὅτε πέπαυμαι,τοῦτο πράττετε.”

πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

11 渔夫

有个善吹箫的渔夫拿起箫和渔网,来到海边,站在一处海岬岩石上。他起初吹箫,以为鱼儿听见美妙的音乐会自动跳出来。他吹了很长时间,但毫无结果。于是他放下箫,拿起渔网,向水里撒去,捕了很多鱼。他把那些鱼从网里抓起来,扔到地上,看见它们蹦跳着挣扎,说道:“坏透了的东西,我吹箫的时候,你们不愿意跳舞,现在我不吹了,你们倒跳起舞来了。”

这则故事适合那些做事不合时宜的人。

读书导航