10 狐狸和狮子

10. ἀλώπηξ καὶ λέων

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε,τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως ἐξεταράχθη,ὡς μικροῦ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ ἐπιτυχοῦσα ἐφοβήθη μέν,ἀλλ᾽ οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διαλέγεσθαι.

ὁ λόγος δηλοῖ,ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

10 狐狸和狮子

狐狸从未见过狮子,后来偶然遇上了。他第一次看见时,惊恐得差一点吓死。第二次相遇时,他仍然害怕,不过不像上一次那样厉害。当他第三次见到时,他已经变得这样大胆,竟敢走上前去,和狮子交谈起来。

这则故事是说,熟悉能缓和对事物的恐惧。

读书导航