12 狐狸和豹

12. ἀλώπηξ καὶ πάρδαλις

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ᾽ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη·“καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω,ἥτις οὐ τὸ σῶμα,τὴν δὲ ψυχὴν πεποίκιλμαι;”

ὁ λόγος δηλοῖ,ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

12 狐狸和豹

狐狸和豹争论谁美。豹每次总是夸耀自己身上花纹斑驳,狐狸对此回答说:“那我比你不知要美多少,因为我使自己斑驳的不是身体,而是心灵。”

这则故事是说,智慧的完美优于形体的艳美。

读书导航