9 狐狸和山羊

9. ἀλώπηξ καὶ τράγος

ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ,θεασάμενος αὐτὴν ἐπυνθάνετο,εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι ἀναδῦναι μετὰ τῆς ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν.“ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα,ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω.”τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ ἀπ᾽ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ ἐπιστραφεῖσα εἶπεν·“ὦ οὗτος,ἀλλ᾽ εἰ τοσαύτας φρένας εἶχες,ὅσας ἐν τῷ πώγωνι τρίχας,οὐ πρότερον ἂν καταβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.”

οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν,εἶθ᾽ οὕτως αὐτοῖς ἐγχειρεῖν.

9 狐狸和山羊

狐狸掉进了井里。他只好待在那里,因为没法子爬上来。一只山羊口渴,来到那口井边。他看见狐狸,便问那里的水好喝不好喝。狐狸见出现了这么个好机会,很高兴,便对井下的水大加称赞,说那里的水如何好喝,劝山羊也下去。当时山羊一心想解渴,便不假思索地跳了下去。山羊喝够了水,便和狐狸商量如何爬上来。这时狐狸说,他想出了一个好方法,可以使他们俩得救,并且这样说道:“如果你愿意把你的两条前腿扒住井壁,犄角垂下来,那时我先从你的背上跳出去,然后再救你。”山羊很乐意地接受了狐狸的建议,狐狸便蹿上山羊的后腿,再爬上山羊的后背,然后凭借山羊的犄角找着井沿,爬了上来,准备离开。这时山羊责怪狐狸,说狐狸破坏约定。狐狸转过身来说道:“嘿,你呀,倘若你的智慧像你下巴上的胡须那样多,那么你刚才就不会未想好如何上来就跳下去了。”

同样,聪明的人应该首先认真考虑事情的结果,然后再着手去做。

读书导航