19. ἀλώπηξ καὶ βάτος
ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε,βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα ᾐτιᾶτο αὐτήν,εἴ γε καταφυγοῦσαν ἐπ᾽ αὐτὴν ὡς ἐπὶ βοηθὸν χεῖρον αὐτῇ ἐχρήσατο καὶ αὐτοῦ τοῦ προκειμένου. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν·“ἀλλ᾽ ἐσφάλης τῶν φρενῶν,ὦ αὕτη,ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα,ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα.”
οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν,ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν,οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.
19 狐狸和荆棘
狐狸蹿上篱笆,滑了一下,就顺势抓住荆棘求救。他的脚掌被荆棘的尖刺划破了,直流血,痛得厉害。他指责荆棘说:“啊呀,我逃到你这里来,本是希望你能救我一把。”荆棘回答说:“朋友啊,你抓住我求救是犯了个错误,因为我自己是惯于什么都抓的。”
这则故事可以说明,向作恶成性的人求救是愚蠢的人。