25 翠鸟

25. ἀλκυών

ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονός,εἶπεν·“ἀλλ᾽ ἔγωγε δειλαία,ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον,ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.”

οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

25 翠鸟

翠是一种性情孤僻的小鸟,常年在海上生活。据说她为了防备人们捕捉,在海边的悬崖上筑巢。一次她想孵卵,来到一处海角,看见一块临海的岩石,就在那里筑巢。有一回她出去觅食,海上刮起了狂风,掀起巨澜,直达她的小屋,把小屋淹没了,把小鸟都淹死了。翠鸟回来,看见那惨状,说道:“我好苦命啊,我为了躲避险恶的陆地,来到这里,哪里知道这里对我更不安全。”

有些人的遭遇也是这样,他们为防备敌人,却在不知不觉之中落到比敌人还要厉害的朋友手里。

下一章

读书导航